ερευνητικά επιθετικά αντιδιαστέλλεις το ΧΑΟΣ
στην επική αναμέτρηση
1. των χρηματιστηριακών ανακωχών
2. των απειλητικών αναφορών
3. των παραστατικών σκακιστικών επιβολών
των GAME THEORY αναθεωρητών των επιούσιων αγαθών
των πολεμικών ανατροπών
των επιτετραμμένων νεκρόφιλων ειρηνιστών
του κόσμου ΤΟΥΤΟΥ
Ιφιγένεια Φ. Γεωργιάδου
Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα
(Κεφ. Β', 3 - Γ', 3)
Εἶπε Κύριος πρός με· Υἱὲ ἀνθρώπου, ἐξαποστελῶ ἐγὼ σὲ πρὸς τοὺς υἱοὺς Ἰσραήλ,
τοὺς παραπικραίνοντάς με, οἵ τινες παρεπίκρανάν με,
αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἠθέτησαν εἰς ἐμέ, ἕως, τῆς σήμερον ἡμέρας,
καὶ υἱοὶ σκληροπρόσωποι, καὶ στερεοκάρδιοι ἐγένοντο.
Ἐγὼ ἀποστελῶ σε, καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Κύριος·
Ἐάν ἄρα ἀκούσωσιν, ἢ πτοηθῶσι, διότι, οἶκος παραπικραίνων ἐστί, καὶ γνώσονται,
ὅτι προφήτης εἶ σὺ ἐν μέσῳ αὐτῶν.
Καὶ σύ, υἱὲ ἀνθρώπου, μὴ φοβηθῇς αὐτούς, μηδὲ ἐκστῇς ἀπὸ προσώπου αὐτῶν,
διότι παροιστρήσουσι, καὶ ἐπιστήσονται ἐπὶ σὲ κύκλῳ, καὶ ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς,
τοὺς λόγους αὐτῶν μὴ φοβηθῇς, καὶ ἀπὸ προσώπου αὐτῶν μὴ ἐκστῇς,
διότι οἶκος παραπικραίνων ἐστί, καὶ λαλήσεις τοὺς λόγους μου πρὸς αὐτούς,
ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσιν, ὅτι οἶκος παραπικραίνων ἐστί.
Καὶ σύ, υἱὲ ἀνθρώπου, ἄκουε τοῦ λαλοῦντος πρὸς σέ, καὶ μὴ γίνου παραπικραίνων,
καθὼς ὁ οἶκος ὁ παραπικραίνων· χάνε τὸ στόμα σου καὶ φάγε, ἃ ἐγὼ δίδωμί σοι.
Καὶ εἶδον, καὶ ἰδοὺ χεὶρ ἐκτεταμένη πρός με, καὶ ἐν αὐτῇ κεφαλὶς βιβλίου, καὶ ἀνείλισσεν αὐτὴν ἐνώπιόν μου, καὶ ἦν ἐν αὐτῇ γεγραμμένα τὰ ἔμπροσθεν, καὶ τὰ ὄπισθεν,
καὶ ἐγέγραπτο ἐν αὐτῇ θρῆνος, καὶ μέλος, καὶ οὐαί.
Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, κατάφαγε τὴν κεφαλίδα ταύτην,
καὶ πορεύθητι καὶ λάλησον τοῖς υἱοὶς Ἰσραήλ.
Καὶ διήνοιξε τὸ στόμα μου καὶ ἐψώμισέ με τὴν κεφαλίδα ταύτην, καὶ εἶπε πρός με·
Υἱὲ ἀνθρώπου, τὸ στόμα σου φάγεται, καὶ ἡ κοιλία σου πλησθήσεται τῆς κεφαλίδος ταύτης,
τῆς δεδομένης εἰς σέ.
Καὶ ἔφαγον αὐτήν, καὶ ἐγένετο ἐν τῷ στόματί μου ὡς μέλι γλυκάζον.
copilot
poker face τι σημαίνει;
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.