Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ
τῆς ὑποστάσεως αὐτοῦ τοῦ ἰδίου σου Πατρός·
ὁ εὐδοκήσας καὶ καταξιώσας κατελθεῖν
ἐκ τῶν ὑψωμάτων τοῦ οὐρανοῦ,
ἐκ κόλπων τοῦ ἀπροσίτου φωτὸς,
Σαρκωθεὶς δὲ ἐκ Πνεύματος ἁγίου,
καὶ ἐκ τῆς πανενδόξου, ἀχράντου,
ἁγίας δεσποίνης ὑμῶν Θεοτόκου,
καὶ ἀειπαρθένου Μαρίας,
καὶ τελέως ἐνανθρωπήσας·
καὶ τελέως ἐνανθρωπήσας·
καὶ κατὰ μετάστασιν,
τὴν ἀνθρωπότητα ἀναλλοιώσας·
τὴν ἀνθρωπότητα ἀναλλοιώσας·
ἑνώσας ἑαυτῷ καθ' ὑπόστασιν,
ἀφράστως καὶ ἀπερινοήτως,
ἀφράστως καὶ ἀπερινοήτως,
ἀτρέπτως δὲ καὶ ἀσυγχύτως,
ψυχὴν ἔχουσαν λογικήν τε καὶ νοερὰν,
ψυχὴν ἔχουσαν λογικήν τε καὶ νοερὰν,
οὕτως προῆλθες ἐξ αὐτῆς θεανθρωπωθείς·
ὁμοούσιος Πατρὶ κατὰ τὴν θεότητα,
καὶ ὁμοούσιος ἡμῖν κατὰ τὴν ἀνθρωπότητα.
καὶ ὁμοούσιος ἡμῖν κατὰ τὴν ἀνθρωπότητα.
Οὐ δύο πρόσωπα οὖν, οὐδὲ δύο μορφὰς ἤγουν,
οὐδὲ ἐν δυσὶ φύσεσι γνωριζόμενος,
ἀλλ' εἷς Θεὸς, εἷς Κύριος, μία οὐσία, μία βασιλεία,
μία δεσποτεία, μία ἐνέργεια, μία ὑπόστασις,
μία θέλησις, μία φύσις τοῦ Θεοῦ Λόγου σεσαρκωμένη,
καὶ προσκυνουμένη., ἅγιος εἶ, Κύριε, καὶ πανάγιος.
Ἐξαίρετόν σου τῆς οὐσίας τὸ φέγγος·
ἄφραστός σου τῆς σοφίας ἡ δύναμις.
Οὐδεὶς λόγος ἐκ μετρήσει
τῆς σῆς φιλανθρωπίας τὸ πέλαγος.
τῆς σῆς φιλανθρωπίας τὸ πέλαγος.
Ἐποίησας με ἄνθρωπον, ὡς φιλάνθρωπος,
οὐκ αὐτὸς τῆς ἐμῆς ἐπιδεὴς δουλείας,
ἐγὼ δὲ μᾶλλον τῆς σῆς χρῄζων δεσποτείας.
Οὐκ ὄντα με δι' εὐσπλαγχνίαν παρήγαγες·
Γρηγορίου τοῦ Θεολόγου
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.