6 Ιουλ 2017

Αδιάκριτος καi Ανυπόκριτος



Αληθινὴ καὶ ψευδὴς σοφία

13 Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; 
δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς 
τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας.

14 εἰ δὲ ζῆλον πικρὸν ἔχετε 
καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, 
μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε 
κατὰ τῆς ἀληθείας.

15 οὐκ ἔστιν αὕτη ἡ σοφία
ἄνωθεν κατερχομένη, ἀλλ' ἐπίγειος,
ψυχική, δαιμονιώδης.

16 ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, 
ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα.

17 ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν
ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, 
ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους
καὶ καρπῶν ἀγαθῶν, 
ἀδιάκριτος καὶ ἀνυπόκριτος.

18 καρπὸς δὲ τῆς δικαιοσύνης
ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.