Τὸ ἐξ ἀκαταλήπτου φωτὸς φῶς ἀνεκλάλητον
Ἀρχὴν δὲ τοῦ λόγου ποιησόμεθα τὸν πάσης ἀρχῆς κατάρχοντα.
Ὁ μονογενὴς, Υἱὸς τοῦ Θεοῦ, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς,
ὁ ἐκ ζῶντος τοῦ Πατρὸς ζωοποιὸς
Λόγος ὁ ἐν ἀρχῇ ὢν, πρὸς τὸν ἀεὶ ὄντα Θεὸν,
ὁ ὢν «ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως»
τοῦ ἀϊδίου Πατρὸς ἐκ τῆς ἀνάρχου ἀρχῆς,
ἡ ἀνέκλειπτος ἀρχὴ, ἡ ἐκ τῆς ἀεννάου ζωῆς ζωὴ ἀτελεύτητος,
ἡ ἐκ τῆς ζωοποιοῦ πηγῆς πηγὴ ἀθανασίας,
ἡ ἀπηκριβωμένη καὶ ἀπαράλλακτος εἰκὼν τοῦ ἀοράτου Θεοῦ,
τὸ ἐκμαγεῖον τοῦ φύσαντος Πατρὸς,
τὸ ἐξ ἀκαταλήπτου φωτὸς φῶς ἀνεκλάλητον,
τὸ ζωοπάροχον νᾶμα τῆς ζωοτόκου πηγῆς,
ὁ ὁμοούσιος καὶ ὁμόθρονος, καὶ ὁμοδύναμος,
καὶ ὁμάγαθος τῷ γεννήσαντι Πατρὶ,
ὁ πάντα ἔχων ὅσα ἔχει ὁ Πατὴρ πλὴν τῆς ἀγεννησίας,
ὁ σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι
(τῷ ἐκ Πατρὸς ἀεὶ ἐκπορευομένῳ)
καὶ δι᾽ ἑαυτοῦ τὰ πάντα, καὶ ἐκ μὴ ὄντων
εἰς τὸ εἶναι παραγαγών.
ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΕΥΡΕΣΙΝ
ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ.
ΑΛΕΞΑΝΔΡΟΥ ΜΟΝΑΧΟΥ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.