«Διαταγαί των Αγίων Αποστόλων» κεφ.6,ια του 70 έως 100 μ.Χ. ια.
Ἐξήγησις ἀποστολικοῦ κηρύγματος.
Ἡμεῖς δὲ τέκνα Θεοῦ καὶ υἱοὶ εἰρήνης,
τὸν ἱερὸν καὶ εὐθῆ λόγον κηρύσσοντες τῆς εὐσεβείας,
ἕνα μόνον Θεὸν καταγγέλλομεν, νόμου καὶ προφητῶν Κύριον,
τῶν ὄντων δημιουργόν, τοῦ Χριστοῦ Πατέρα,
οὐκ αὐταίτιον καὶ αὐτο γένεθλον, ὡς ἐκεῖνοι οἴονται,
ἀλλ᾿ ἀΐδιον καὶ ἄναρχον καὶ φῶς οἰκοῦντα ἀπρόσιτον,
οὐ δεύτερον ὄντα ἢ τρίτον ἢ πολλοστόν, ἀλλὰ μόνον ἀιδίως,
οὐκ ἄγνωστον ἢ ἄλεκτον, ἀλλὰ διὰ Νόμου καὶ Προφητῶν κηρυσσόμενον,
παντοκράτορα, παντάρχην, παντεξούσιον·
Θεὸν καὶ Πατέρα
τοῦ μονογενοῦς καὶ πρωτοτόκου
πάσης δημιουργίας,
ἕνα Θεὸν ἑνὸς Υἱοῦ Πατέρα, οὐ πλειόνων,
ἑνὸς παρακλήτου διὰ Χριστοῦ
καὶ τῶν ἄλλων ταγμάτων ποιητήν·
ἕνα δημιουργὸν διαφόρου κτίσεως
διὰ Χριστοῦ ποιητήν,
τὸν αὐτὸν προνοητήν, νομοθέτην δι᾿ αὐτοῦ,
ἀναστάσεως αἴτιον καὶ κρίσεως
καὶ ἀνταποδόσεως δι᾿ αὐτοῦ γενόμενον·
τοῦτον αὐτὸν καὶ ἄνθρωπον εὐδοκήσαντα γενέσθαι
καὶ πολιτευσάμενον ἄνευ ἁμαρτίας
καὶ παθόντα καὶ ἀποθανόντα
καὶ ἀναστάντα ἐκ νεκρῶν
καὶ ἀνελθόντα πρὸς τὸν ἀποστείλαντα.
Πᾶν κτίσμα Θεοῦ καλόν φαμέν
καὶ οὐδὲν βδελυκτόν,
πᾶν τὸ πρὸς σύστασιν δικαίως
μεταλαμβανόμενον ἄριστον·
Θεὸν καὶ Πατέρα
τοῦ μονογενοῦς καὶ πρωτοτόκου
πάσης δημιουργίας,
ἕνα Θεὸν ἑνὸς Υἱοῦ Πατέρα, οὐ πλειόνων,
ἑνὸς παρακλήτου διὰ Χριστοῦ
καὶ τῶν ἄλλων ταγμάτων ποιητήν·
ἕνα δημιουργὸν διαφόρου κτίσεως
διὰ Χριστοῦ ποιητήν,
τὸν αὐτὸν προνοητήν, νομοθέτην δι᾿ αὐτοῦ,
ἀναστάσεως αἴτιον καὶ κρίσεως
καὶ ἀνταποδόσεως δι᾿ αὐτοῦ γενόμενον·
τοῦτον αὐτὸν καὶ ἄνθρωπον εὐδοκήσαντα γενέσθαι
καὶ πολιτευσάμενον ἄνευ ἁμαρτίας
καὶ παθόντα καὶ ἀποθανόντα
καὶ ἀναστάντα ἐκ νεκρῶν
καὶ ἀνελθόντα πρὸς τὸν ἀποστείλαντα.
Πᾶν κτίσμα Θεοῦ καλόν φαμέν
καὶ οὐδὲν βδελυκτόν,
πᾶν τὸ πρὸς σύστασιν δικαίως
μεταλαμβανόμενον ἄριστον·
Πάντα γὰρ κατὰ τὴν γραφὴν καλὰ λίαν.
Γάμον νόμιμον καὶ παίδων γένεσιν
τιμίαν καὶ ἀμόλυντον εἶναι πιστεύομεν·
ἐπ᾿ αὐξήσει γὰρ τοῦ γένους τῶν ἀνθρώπων
διαφορὰ σχημάτων διεπλάσθη ἐν τῷ Ἀδὰμ καὶ τῇ Εὔᾳ.
τιμίαν καὶ ἀμόλυντον εἶναι πιστεύομεν·
ἐπ᾿ αὐξήσει γὰρ τοῦ γένους τῶν ἀνθρώπων
διαφορὰ σχημάτων διεπλάσθη ἐν τῷ Ἀδὰμ καὶ τῇ Εὔᾳ.
Ψυχὴν ἀσώματον καὶ ἀθάνατον ἐν ἡμῖν ὁμολογοῦμεν,
ἀλλ᾿ οὐ φθαρτὴν ὡς τὰ σώματα,
ἀλλ᾿ ἀθάνατον ὡς λογικὴν καὶ αὐτεξούσιον.
ἀλλ᾿ ἀθάνατον ὡς λογικὴν καὶ αὐτεξούσιον.
Πᾶσαν μίξιν παράνομον
καὶ τὴν παρὰ φύσιν γινομένην ὑπό τινων
βδελυσσόμεθα ὡς ἀθέμιτον καὶ ἀνοσίαν.
Ἀνάστασιν γίνεσθαι ὁμολογοῦμεν
δικαίων τε καὶ ἀδίκων καὶ μισθαποδοσίαν.
Τὸν Χριστὸν οὐ ψιλὸν ἄνθρωπον ὁμολογοῦμεν,
ἀλλὰ Θεὸν Λόγον καὶ ἄνθρωπον,
μεσίτην Θεοῦ καὶ ἀνθρώπων,
ἀρχιερέα τοῦ Πατρός·
οὔτε μὴν μετὰ Ἰουδαίων περιτεμνόμεθα,
εἰδότες, ὅτι ἐλήλυθεν ᾧ ἀπέκειτο
καὶ δι᾿ ὃν ἐφυλάσσετο τὰ γένη,
ἡ προσδοκία τῶν ἐθνῶν,Ἰησοῦς ὁ Χριστὸς
ὁ ἐξ Ἰούδα ἀνατείλας,
ὁ ἐκ βλαστοῦ υἱός,
τὸ ἐξ Ἰεσσαὶ ἄνθος,
οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου.
καὶ τὴν παρὰ φύσιν γινομένην ὑπό τινων
βδελυσσόμεθα ὡς ἀθέμιτον καὶ ἀνοσίαν.
Ἀνάστασιν γίνεσθαι ὁμολογοῦμεν
δικαίων τε καὶ ἀδίκων καὶ μισθαποδοσίαν.
Τὸν Χριστὸν οὐ ψιλὸν ἄνθρωπον ὁμολογοῦμεν,
ἀλλὰ Θεὸν Λόγον καὶ ἄνθρωπον,
μεσίτην Θεοῦ καὶ ἀνθρώπων,
ἀρχιερέα τοῦ Πατρός·
οὔτε μὴν μετὰ Ἰουδαίων περιτεμνόμεθα,
εἰδότες, ὅτι ἐλήλυθεν ᾧ ἀπέκειτο
καὶ δι᾿ ὃν ἐφυλάσσετο τὰ γένη,
ἡ προσδοκία τῶν ἐθνῶν,Ἰησοῦς ὁ Χριστὸς
ὁ ἐξ Ἰούδα ἀνατείλας,
ὁ ἐκ βλαστοῦ υἱός,
τὸ ἐξ Ἰεσσαὶ ἄνθος,
οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.