Υἱὸς καὶ Λόγος τοῦ ζῶντος Θεοῦ.
Ἐν ἔτει δὲ ὀκτὼ καὶ δεκάτῳ Τιβερίου Καίσαρος,
Ἡρώδου δὲ εἰκοστῷ, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας,
γέγονε τὸ σωτήριον πάθος πρὸ δεκατριῶν Καλανδῶν Ἀπριλλίων.
Πέπονθε δὲ ὁ Κύ ριος ἡμῶν Ἰησοῦς Χριστὸς ὑπὲρ ἡμῶν ἑκουσίως,
Θεὸς ὢν ἀληθινὸς καὶ ἄνθρωπος, τῶν ἐν αὐτῷ δύο φύσεων
μηδαμοῦ ἐπιδεχομένων μερισμὸν ἢ διαίρεσιν,
Ἐν σταυρῷ γὰρ καὶ ἐν τάφῳ ἀμέριστος ἔμεινε
ἡ οἰκονομία τῶν δύο φύσεων, ἐν αἷς γνωρίζεται
ὁ εἷς καὶ μόνος Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μονογενὴς
Υἱὸς καὶ Λόγος τοῦ ζῶντος Θεοῦ.
Καὶ ἐπειδήπερ ἐν τῷ παντὶ ὁ σταυρὸς ἔνδοξος καὶ τὸ
πᾶν σταυροειδῶς ὑπέστη, καθὼς προλαβὼν ἀπέδειξεν ὁ λόγος, εἰκό τως
ὁ Κύριος τὸν διὰ σταυροῦ ὑπέμεινε θάνα τον, ἵνα διὰ τοῦ αἵματος τοῦ ἰδίου
ἁγιάσῃ τὰ σύμ παντα,καὶ ἐξαγοράσῃ ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νό μου,
καὶ ἐλευθερώσῃ ἡμᾶς ἐκ τῆς καταδυναστείας τοῦ διαβόλου
καὶ λυτρώσηται ἡμᾶς ἐκ τῆς τυραννί δος καὶ φθορᾶς.
Ἀπέθανεν οὖν ὑπὲρ ἡμῶν ἀληθῶς καὶ οὐ κατὰ φαντασίαν ὁ Κύριος,
σταυρωθεὶς ἐπὶ Ποντίου Πιλάτου τοῦ ἡγεμόνος, καὶ ἐτάφη, καὶ ἀνέστη τῇ τρίτῃ ἡμέρᾳ
κατὰ τὰς Γραφὰς, ἀληθῶς, τῇ πρὸ δεκαμιᾶς Καλανδῶν Ἀπριλλίων κατὰ τὴν ἐαρινὴν ἰσημερίαν,
οὐ τῆς θεότητος αὐτοῦ καταπε σούσης εἰς πάθη καὶ θνῆσιν
(μὴ γένοιτο· ἀπίοι γὰρ καὶ ἀπέστω ἀπὸ παντὸς τοῦ Χριστιανοῦ τὸ τοιοῦτο φρόνημα,
ἀπαθὲς γὰρ τὸ θεῖον καὶ ἀθάνατον),
συμπαρούσης δὲ μᾶλλον τῇ ἑνωθείσῃ αὐτῇ καθ' ὑπόστα σιν ὁμοουσίῳ ἡμῖν
καὶ ὁμοιοπαθεῖ σαρκὶ, καὶ οἰκειου μένης τὰ τῆς σαρκὸς πάθη οἰκονομικῶς,
καὶ δωρουμένης ἡμῖν, διὰ τῆς μυστικῆς βρώσεως τοῦ ἀληθινοῦ σώματος καὶ αἵματος
τοῦ λογικοῦ Ἀμνοῦ, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἄφεσιν ἀμαρτιῶν καὶ ζωὴν αἰώνιον.
ΑΛΕΞΑΝΔΡΟΥ ΜΟΝΑΧΟΥ

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.